Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς κραδίην Διὸς ἦλθε παράτροπος ἔμφρονι παλμῷ,
  2. ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ,
  3. ἐσσομένου τοκετοῖο προάγγελος. ἔνθα Κρονίων
  4. ἄστατον ὄμμα φέρων γαίης ὀχετηγὸν ἀνάγκης
  5. παρθενικῆς ἐς ἔρωτα πόθου μαστίζετο κεστῷ·
  6. καὶ Σεμέλην ὁρόων ἀνεπάλλετο, μὴ σχεδὸν ὄχθης
  7. Εὐρώπην ἐνόησε τὸ δεύτερον· ἐν κραδίῃ δὲ
  8. κάμνε πάλιν Φοίνικα φέρων πόθον· ἀγλαΐης γὰρ
  9. τῆς αὐτῆς τύπον εἶχεν, ἀεὶ δέ οἱ ἀμφὶ προσώπῳ
  10. πατροκασιγνήτης ἀμαρύσσετο σύγγονος αἴγλη.
  11. Ζεὺς δὲ πατὴρ δολόεσσαν ἑὴν ἠλλάξατο μορφήν,
  12. καὶ Σεμέλης διʼ ἔρωτα προώριος αἰετὸς ἔπτη
  13. ὑψόθεν Ἀσωποῖο, θυγατρογόνου ποταμοῖο,
  14. Αἰγίνης ἅτε μάντις ἐυπτερύγων ὑμεναίων
  15. ὀξυφαὲς μίμημα φέρων ὄρνιθος ὀπωπῆς·
  16. αἰθέρα δὲ προλέλοιπε καὶ ἀγχιπόρου σχεδὸν ὄχθης
  17. γυμνὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε κούρης·
  18. οὐ γὰρ ἰδεῖν μενέαινεν ἀπόπροθεν, ἀλλὰ δοκεύειν
  19. ἀγχιφανὴς πάνλευκον ὅλον δέμας ἤθελε νύμφης,
  20. ὅττι τόσον καὶ τοῖον ἀτέρμονα πάντοθι πέμπων