Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χεῖρας ἐρετμώσασα διʼ ὕδατος ἔτρεχε κούρη·
  2. καὶ κεφαλὴν ἀδίαντον ἐκούφισεν ἴδμονι τέχνῃ
  3. ὕψι τιταινομένην ὑπὲρ οἴδματος, ἄχρι κομάων
  4. ὑγροβαφής, καὶ στέρνον ἐπιστορέσασα ῥεέθρῳ
  5. ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ.
  6. καὶ φόρον [*](φόβον MSS., φόρον Marcellus in the sense of φόρημα.) ἄλλον ἔδεκτο, καὶ ὑψόθι γείτονος ὄχθης
  7. ἠῴην παρὰ πέζαν ἀλεξικάκου Διονύσου
  8. εἰς ῥόον, εἰς ἀνέμους ἀπεσείσατο τάρβος ὀνείων.
  9. οὐκ ἀθεεὶ δὲ ῥέεθρα μετήιεν, ἀλλά ἑ κείνου
  10. εἰς προχοὰς ποταμοῖο προμάντιες ἤγαγον Ὧραι [*](175-179 are placed after 189, with Marcellus.)
  11. οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀμφὶ δὲ κούρῃ
  12. ὑψιφανὴς ἐλέλιζεν ἀτέρμονα κύκλον ὀπωπῆς.
  13. καὶ βιοτῆς ἐπίκουρον ἐν ἠέρι τόξον ἀνέλκων
  14. πατρὸς ὀπιπευτῆρος Ἔρως ἀντώπιος ἔστη,
  15. τοξευτὴρ ἀκίχητος· ἐπʼ ἀνθοκόμῳ δὲ βελέμνῳ
  16. νευρὴ μὲν σελάγιζεν, ὀπισθοτόνοιο δὲ τόξου
  17. ἑλκομένου ῥοίζησε σοφὸν βέλος Εὔιον ἠχώ.
  18. Ζεὺς δὲ πατὴρ σκοπὸς ἦεν ὁ τηλίκος· οὐτιδανῷ δὲ
  19. αὐχένα κάμψεν Ἔρωτι· καὶ εἴκελος ἀστέρος ὁλκῷ
  20. συριγμῷ γαμίῳ δεδονημένος ἰὸς Ἐρώτων