Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χερσὶν ἀπειρήτοισιν ἐνήχετο παρθένος Ἠχὼ
  2. ἀρχαίης φόβον ἄλλον ἀμειβομένη περὶ μίτρης,
  3. μή ποτε Πᾶνα φυγοῦσα Ποσειδάωνι μιγείη.
  4. ποντοπόροι δὲ λέοντες ἀήθεος ἔνδοθι πέτρης
  5. χερσαίων ἐχόρευον ἐνὶ σπήλυγγι λεόντων
  6. μυδαλέοις μελέεσσι· χαραδραίῳ δʼ ἐνὶ κόλπῳ
  7. εἰναλίῳ δελφῖνι συνήντετο κάπρος ἀλήτης·
  8. καὶ ξυνοῖς ῥοθίοισιν ὀρεσσιχύτου νιφετοῖο
  9. θῆρες ἐναυτίλλοντο σὺν ἰχθύσιν· εἱλικόεις δὲ
  10. πούλυπος οὐρεσίφοιτος ἐπεσκίρτησε λαγωῷ.
  11. καὶ διεροὶ Τρίτωνες ὑπὸ σφυρὰ φωλάδος ὕλης
  12. ἔγχλοον αἰθύσσοντες ἐπʼ ἐξύι δίπτυχον οὐρὴν
  13. Πανὸς ὀρεσσαύλοισιν ἐνεκρύπτοντο μελάθροις,
  14. σύμπλοον ἠερίοισιν ἐπτιρέψαντες ἀήταις
  15. στικτὴν ἠθάδα κόχλον· ἐν εὐύδρῳ δὲ κολώνῃ
  16. Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤντετο Νηρεύς,
  17. καὶ ναέτης πετραῖος ὄρος μετὰ πόντον ἀμείβων
  18. μυδαλέην σύριγγα διαπλώουσαν ἐάσσας· [*](276 placed after 277 by Marcellus. ἐάσσας MSS. and edd., ἐλάσσας Ludwich.)
  19. ἰκμαλέον σπέος εἶχεν ὑπωροφίης δόμον Ἠχοῦς.
  20. καὶ διερῷ τότε φῶτες ἀνοιδαίνοντες ὀλέθρῳ