Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- γείτων δʼ Ἠελίοιο προάγγελον Ἱστοβοῆος
- σκορπίον εἶχεν Ἄρης, μιτρούενον αἴθοπι Ταύρῳ,
- δόχμιος ἀντικέλευθον ὀπιπεύων Ἀφροδίτην,
- καὶ τελέων λυκάβαντα δυωδεκάμηνος ὁδίτης
- ἰχθύας ἀστερόεντας ἐπέτρεχεν ἀκρόνυχος Ζεύς,
- δεξιτερὴν τρίπλευρον ἔχων ἑλικώδεα Μήνην,
- καὶ Κρόνος ὄμβρια νῶτα διέστιχεν Αἰγοκερῆος
- φέγγεϊ παχνήεντι διάβροχος, ἀμφὶ δὲ φαιδρῇ
- παρθενικῇ πτερύγεσσιν ἔην ὑψούμενος Ἑρμῆς,
- ὅττι Δίκην δόμον εἶχε δικασπόλος. ἑπταπόρου δὲ
- αἰθέρος ὑδατόεντες ἀνωίχθησαν ὀχῆες
- Ζηνὸς ἐπομβρήσαντος· ἐριφλοίσβοιο δὲ κόλπου
- κρουνοῖς πλειοτέροισιν ἐμυκήσαντο χαράδραι,
- ὑδρηλαὶ δὲ θύγατρες ἀποσπάδες Ὠκεανοῖο
- λίμναι ἐκουφίζοντο, καὶ ἠέρι νέρτερον ὕδωρ
- κρουνοὶ ἀκοντιστῆρες ἀνέβλυον Ὠκεανοῖο,
- καὶ σκοπιαὶ ῥαθάμιζον, ὀρεσσιχύτῳ δὲ ῥεέθρῳ
- δοψαλέαι ποταμηδὸν ἐμορμύροντο κολῶναι·
- ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης
- Νηρεΐδες γεγάασιν Ὀρειάδες. ἆ μέγα δειλή,