Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης.
  2. καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην
  3. Ἀρκτῴης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης,
  4. ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφῃ
  5. ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν
  6. νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπʼ ἄλλῳ
  7. εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμῳ·
  8. Ζεὺς μὲν πάντα τέλεια· κασιγνήτην δὲ γεραίρων
  9. Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ,
  10. ἵππιος ὤπασε δῶρα θαλάσσια κυανοχαίτης·
  11. Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων,
  12. καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμῳ
  13. Ἁρμονίης Ἥφαιστος ἐπῃώρησε καρήνῳ,
  14. χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην·
  15. καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη·
  16. Ἄρεα κυδαίνουσα πολυφράδμων Ἀφροδίτη
  17. χρύσεον ὁρμὸν ἔχοντα λίθων πολυδαίδαλον αἴγλην
  18. λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης,
  19. Ἡφαίστου σοφὸν ἔργον, ὅ περ κάμε Κυπρογενείῃ,
  20. τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη·