Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πλέξας κῶμον Ἔρωτι· σὺν ἀθανάτοις δὲ χορεύων
  2. εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων
  3. ἑπτατόνῳ κιθάρῃ φιλοτήσιον ὕμνον ἀράσσων·
  4. καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι,
  5. καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,
  6. μιμηλὴν δʼ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς,
  7. φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ,
  8. ὄμματα δινεύουσα· πολυστρέπτῳ δὲ πεδίλῳ,
  9. Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη,
  10. Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ
  11. παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν,
  12. καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπʼ εὐκύκλῳ δὲ χορείῃ
  13. αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων.
  14. ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης
  15. ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.
  16. καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ
  17. πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης
  18. μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους---[*](A line seems to have been omitted.)
  19. ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου.
  20. καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι