Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πέμπτον ἔτι σκοπίαζε καὶ Ἀκταίωνα νοήσεις, τὸν κεμὰς οὐκ ὤδινε, κυνοσπάδα νεβρὸν ἀλήτην.
  2. ἀλλʼ ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων
  3. Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων,
  4. σπένδων λύθρον Ἄρηι θαλύσια δηιοτῆτος,
  5. φαιδρύνας ἑὰ γυῖα δρακοντοβότῳ παρὰ Δίρκῃ
  6. Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν,
  7. Παλλάδι καλὸν ἄγαλμα. Καταρχομένῳ δὲ θυηλὰς
  8. δίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι
  9. οὐλοχύταις· ὁ δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῷ
  10. φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος
  11. ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο [*](The MSS. Read τανυρρήνοιο, edd variously τανυρρίνοιο, ταλαυρίνοιο, τανυκραίροιο. The stem τανυ- suggests that the poet meant horns.) καρήνου
  12. ἄορι κωπήεντι· Θεοκλύμενος δὲ κεραίης
  13. δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν,
  14. αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης
  15. ἀμφιτόμῳ βουπλῆγι, καὶ αἱμαλέῳ βοὸς ὁλκῷ
  16. λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης,
  17. καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου
  18. πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρῳ
  19. πλευρὰ διατμήξαντες ἐμιστύλαντο μαχαίρῃ,
  20. καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην