Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τὸν δὲ κατὰ κληῖδα παρὰ πλατὺν αὐχένα τύψας
  2. ὀστέα λαχνήεντος ἀνέσχισεν ἀνθερεῶνος·
  3. ἄλλον ἀκοντιστῆρι βαλὼν ἐχαράξατο πέτρῳ
  4. γαστέρος ἄχρι φανέντα· καὶ αἵματος αἰνογιγάντων
  5. ἐκχυμένου ποταμηδὸν Ἄρης ὠλίσθανε λύθρῳ
  6. φοινίξας ἑὰ γυῖα, παρισταμένης δὲ κυδοιμῷ
  7. πορφυρέῃ ῥαθάμιγγι χιτὼν ἐρυθαίνετο Νίκης.
  8. ἄλλου μαρναμένοιο παρʼ ἰσχίον ἄορι τύψας
  9. συμφυέος διέκερσε σὺν ἰξύι νῶτα βοείης.
  10. καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ Γιγάντων
  11. λοίγιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης
  12. ἄορι θεινομένων. ὁ δὲ Παλλάδος ἔμφρονι βουλῇ
  13. γηγενέων τινὰ πέτρον ἐπῃώρησε καρήνων·
  14. οἱ δὲ δαφοινήεντι πόθῳ μεθύοντες Ἐνυοῦς
  15. Ἄρεϊ βακχεύθησαν, ὁμογνήτῳ δὲ σιδήρῳ
  16. ἀλλήλων ὀλετῆρες ἐτυμβεύοντο κονίῃ.
  17. ἄλλῳ δʼ ἄλλος ἔριζεν· ἐρευθιόωντι δὲ λύθρῳ
  18. στικτὰ διαινομένης ἐμελαίνετο νῶτα βοείης
  19. γηγενέος κταμένοιο· κατουδαίης δὲ μαχαίρης
  20. γνωτοφόνῳ γλωχῖνι δαΐζετο καρπὸς ἀρούρης.