Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ σὺ πάθες, φυγόδεμνε, τά περ πάθον· ἀλλὰ καὶ αὐτὴ
- μέμφεο νυμφοκόμων ἀπατήλιον ὕπνον Ἐρώτων.
- εἷς δόλος ἀμφοτέραις γάμον ἥρμοσεν, εἶς πόσις Αὔρης
- παρθενικὴν Νίκαιαν ἐθήκατο μητέρα παίδων·
- οὐκέτι τόξον ἔχω θηροκτόνον, οὐκέτι νευρήν,
- ὡς πάρος, αὖ ἐρύω καὶ ἐγὼ βέλος· εἰμὶ δὲ δειλὴ
- ἱστοπόνος θήλεια, καὶ οὐκέτι θοῦρις Ἀμαζών.
- ἔννεπεν οἰκτείρουσα τελεσσιγόνου πόνον Αὔρης,
- οἷά τε πειρηθεῖσα τόκου μογεροῖο καὶ αὐτή.
- Λητῴη δʼ ἀίουσα βαρυφθόγγου κτύπον Αὔρης
- ἤλυθεν αὐχήεσσα τὸ δεύτερον ἐγγύθι νύμφης·
- τειρομένην δʼ ἐρέθιζε καὶ ἴαχε κέντορι μύθῳ·
- Παρθένε, τίς σε τέλεσσε λεχωίδα μητέρα παίδων;
- ἡ γάμον ἀγνώσσουσα πόθεν γλάγος ἔλλαχε μαζοῦ;
- οὐκ ἴδον, οὐ πυθόμην, ὅτι παρθένος υἷα λοχεύει.
- ἦ ῥα φύσιν μετάμειψε πατὴρ ἐμός; ἦ ῥα γυναῖκες
- νόσφι γάμου τίκτουσι;σὺ γάρ, φιλοπάρθενε κούρη,
- ὠδίνεις νέα τέκνα, καὶ εἰ στυγέεις Ἀφροδίτην.
- ἦ ῥα κυβερνήτειραν ἀναγκαίου τοκετοῖο
- Ἄρτεμιν οὐ καλέουσι λεχωίδες, ὅττι σὺ μούνη