Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὕτως ἀμφοτέρας ἐγκύμονας ὄφρα νοήσω·
  2. Ἄρτεμιν ὠδίνουσαν ἐλέγξατε, μαιάδες Ὧραι,
  3. μαρτυρίῃ τοκετοῖο, καὶ εἴπατε Τριτογενείῃ·
  4. π̔αρθενικὴ γλαυκῶπι, νεητόκε μῆτερ ἀμήτωρ.
  5. οὕτω ξυνὰ παθοῦσαν ἴδω φιλοπάρθενον Ἠχὼ
  6. Πανὶ παρευνηθεῖσαν ἢ ἀρχεκάκῳ Διονύσῳ.
  7. Ἄρτεμι, καὶ σὺ τεκοῦσα παραίφασις ἔσσεαι Αὔρης,
  8. θῆλυ γάλα στάζουσα λεχώιον ἄρσενι μαζῷ.
  9. εἶπεν ὀδυρομένη βαρυώδυνα κέντρα λοχείης.
  10. καὶ τόκον ἰοχέαιρα κατέσχεθε, παιδοτόκῳ δὲ
  11. νύμφῃ μόχθον ὄπασσεν ἐρυκομένου τοκετοῖο.
  12. καὶ τελετῆς Νίκαια κυβερνήτειρα Λυαίου
  13. μόχθον ὀπιπεύουσα καὶ αἴσχεα λυσσάδος Αὔρης
  14. τοίην κρυπταδίην οἰκτίρμονα ῥήξατο φωνήν·
  15. Αὔρη ξυνὰ παθοῦσα, κινύρεο καὶ σὺ κορείην·
  16. γαστρὶ δὲ φόρτον ἔχουσα δυηπαθέος τοκετοῖο
  17. τέτλαθί μοι μετὰ λέκτρον ἔχειν καὶ κέντρα λοχείης,
  18. τέτλαθι καὶ βρεφέεσσιν ἀήθεα μαζὸν ὀρέξαι.
  19. καὶ σὺ πόθεν πίες οἶνον, ἐμῆς συλήτορα μίτρης;
  20. καὶ σὺ πόθεν πίες οἶνον, ἕως πέλες ἔγκυος, Αὔρη;