Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην·
  2. ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο,
  3. στέψατε κεστόν ἱμάντα γαμοστόλον, ὅττι μενοινήν
  4. τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.
  5. τοῖον ἔπος μαντῷον ὀρεστιάς ἔδρακεν Αὔρη·
  6. οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καί αὐτοὶ
  7. εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα.
  8. κούρη δʼ ἐγρομένη πινυτόφρονι μαίνετο δάφνῃ,
  9. καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ
  10. χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ,
  11. καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ·
  12. Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ;
  13. ἀασάμην εὕδοβσα τεοὺς ὑπὸ γείτονας ὄζους
  14. σὸν φυτόν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ
  15. φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος· ὣς ἄρα, Δάφνη,
  16. σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι;
  17. μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ;
  18. οὐ πινυτῆς τόδε δένδρον, ἀπʼ ἀρτιγάμοιο δὲ νύμφης;
  19. οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι,
  20. μαχλάδος οὗτος ὄνειρος ἐπάξιος· ἦ ῥά σε Πειθώ,