Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης
  2. κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ δάφνης
  3. εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων
  4. ἱμερτήν ἐνόησε προμάντιος ὄψιν ὀνείρου,
  5. ὅττι θεός πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ
  6. θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης,
  7. οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν·
  8. παιδὶ δὲ θηρεύοντι συνέμπορος υἱέι Μύρρης
  9. Κύπρις ἔην γελόωσα· καὶ ἵστατο παρθένος Αὔρη,
  10. Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου
  11. ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην·
  12. αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς
  13. βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου,
  14. ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ
  15. θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ·
  16. παρθενικὴ δʼ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτήν
  17. πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ
  18. μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃ
  19. ληιδίης, γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης,
  20. τοῖον ἔπος βοόων· στεφανηφόρε μῆτερ Ἐρώτων,