Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γηραλέην σε τέλεσσεν, ἀπειρήτην Ἀφροδίτης,
  2. συζυγίην δʼ ἐκέδασσεν ἀνυμφεύτων σέο λέκτρων.
  3. μνηστήρων σκοπίαζε σεσηπότα λείψανα νεκρῶν,
  4. οὓς Παφίη κόσμησε καὶ ἔκτανε θοῦρις Ἐρινύς·
  5. ἠνίδε κεῖνα κάρηνα θαλύσια σεῖο μελάθρων,
  6. λύθρον ἔτι στάζοντα κακοξείνων ὑμεναίων.
  7. Σιθόνος οὐ μεθέπεις χθόνιον γένος· οὐράνιος δὲ
  8. πείθομαι ὥς σε λόχευσε τεὸς Θρηίκιος Ἄρης,
  9. πείθομαι, ὡς Κυθέρεια τεὴν ὤδινε γενέθλην·
  10. καὶ σὺ τεῶν διδύμων ἀπεμάξαο θεσμὰ τοκήων,
  11. Ἄρεος ἦθος ἔχουσα καὶ ἀγλαΐνη Ἀφροδίτης·
  12. πείθομαι, ὥς σε φύτευσεν ἅναξ ἐναγώνιος Ἑρμῆς
  13. ἁβρὰ τελεσσιγάμοιο μολὼν ἐπὶ δέμνια Πειθοῦς,
  14. καί σε παλαισμοσύνην ἐδιδάξατο πομπὸν Ἐρώτων.
  15. εἶπε παρηγορέων ἀχέων παιήονι μύθῳ,
  16. μυρομένης δʼ εὔνησεν ἐπήρατα δάκρυα κούρης.
  17. καὶ γαμίης δήθυνεν ἐπὶ χρόνον ἐγγύθι νύμφης
  18. τερπόμενος φιλότητι νεοζυγέων ὑμεναίων.
  19. Παλλήνης δὲ μέλαθρα λιπὼν καὶ Θρῇκα Βορῆα
  20. Ῥείης εἰς δόμον ἦλθεν, ὅπῃ Φρυγίῃ παρὰ πέζῃ