Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Παλλήνης ὑμέναιον ἀνευάζων Μελικέρτης·
- καί τις Ἁμαδρυάδων φλογερῇ παρὰ γείτονι Λήμνῳ
- νυμφιδίην Θρήισσαν Ἀθωιὰς ἥψατο πεύκην.
- καὶ φιλίοις ὀάροισι παρηγορέων ἕο νύμφην
- μυρομένην γενετῆρα φιλεύιος εἶπεν ἀκοίτης·
- Παρθένε, μὴ στενάχιζε τεὸν δυσέρωτα τοκῆα·
- παρθένε, μὴ στενάχιζε τεῆς μνηστῆρα κορείης·
- τίς γενέτης ἔσπειρε καὶ εἰς γάμον ἤγαγε κούρην;
- σὸν κενεὸν λίπε πένθος, ὅτι κταμένοιο τοκῆος,
- Σιθόνος ὑμετέροιο, Δίκη γελόωσα χορεύει,
- χερσὶ δὲ παρθενίῃσι γαμήλιον ἁψαμένη πῦρ,
- ἡ γάμον ἀγνώσσουσα, τεὸν γάμον εἰσέτι μέλπει,
- Οἰνόμαον πάλιν ἄλλον ὀπιπεύουσα θανόντα·
- Οἰνόμαος μὲν ὄλωλε, καταφθιμένου δὲ τοκῆος
- τέρπεται Ἱπποδάμεια δὺν ἀρτιγάμῳ παρακοίτῃ.
- καὶ σὺ τεοῦ γενέταο πόθους ῥίψασα θυέλλαις
- τέρπεο βοτρυόεντι συναπτομένη παρακοίτῃ,
- μῶμον ἀλευομένη πατρώιον· οὕ σε διδάξω
- Σιθόνος ἐχθρὸν ἔρωτα καὶ ἀμβολίην ὑμεναίων,
- ὃς φονίῃ παλάμῃ γαμβροκτόνον ἔγχος ἀείρων