Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐτιδανῇ παλάμῃ νικώμενος· ἱμερόεν δὲ
  2. φάρμακον ἔσχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ
  3. κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον Ἐρώτων
  4. ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην.
  5. ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ.
  6. ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷ
  7. ἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου
  8. ἄρσενα λύσατο χεῖρα· θεὸς δʼ ὑπʼ ὀλίζονι ῥιπῇ
  9. γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην
  10. ἐν δαπέδῳ στορέσας· καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη
  11. χεῖρας ἐφαπλώσασα· τιταινομένης δʼ ἐπὶ πέζῃ
  12. εὐπαλάμῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ.
  13. Ὠκυτέροις δὲ πόδεσσι πατὴρ κατὰ μέσσον ὀρούσας
  14. ἀθλεύειν ἐθέλουσαν ἑὴν ἀνεσείρασε κούρην,
  15. καὶ γαμίην ἀνέκοψεν ἀεθλοσύνην ὑμεναίων
  16. νίκην ἱμερόεσσαν ἐπιτρέψας Διονύσῳ,
  17. μή μιν ἀποκτείνειεν ἔχων ἀστεμφέι δεσμῷ.
  18. καὶ Διὸς αἰνήσαντος ἀεθλοφόρον μετὰ νίκην
  19. γνωτὸν Ἔρως ἔστεψε γάμων πομπῆι κορύμβῳ
  20. ἱμερτὴν τελέσαντα παλαισμοσύνην ὑμεναίων.