Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα
  2. ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου.
  3. καὶ θεὸς ἀντιτύπῳ περιδέσμιον ἅμματι χειρῶν
  4. παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων,
  5. δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου·
  6. χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην,
  7. Παλλήνην δʼ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ·
  8. καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν,
  9. κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων
  10. καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.
  11. ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης
  12. ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη·
  13. καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ
  14. γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ
  15. παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν,
  16. καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας
  17. αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ
  18. μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας,
  19. ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν.
  20. καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ