Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ·
- Μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ
- σείσατε χάλκεα ῥόπτρα καὶ Εὔια τύμπανα Ῥείης,
- Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην,
- μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,
- μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας·
- ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ
- καὶ Διί, καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.
- ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ
- Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,
- καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ
- ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί,
- καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται
- μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ·
- τύμπανα δʼ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ
- δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ
- σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων,
- κτείνετο δʼ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ
- Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες·
- καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ