Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀλλʼ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη
- ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ
- Πλειάδος ἑπταπόροιο φανήσεται ἐγγύθι Μαίης.
- τί πλέον ἤθελεν ἄλλο φιλαίτερον ἢ χθονὶ λάμπειν
- αἰθέρα ναιετάουσα μετὰ Κρήτην Ἀριάδνη;
- ἀλλὰ σὺ κάτθεο θύρσον, ἔα δʼ ἀνέμοισιν Ἐνυώ,
- καὶ βρέτας αὐτοτέλεστον ἐπιχθονίης Ἀριάδνης,
- οὐρανίης στήριξον ὅπῃ βρέτας ἵσταται Ἥρης.
- μὴ πόλιν ἐκπέρσειας, ὅπῃ σέθεν αἷμα τοκήων,
- ὑμετέρης δὲ γέραιρε βοοκραίρου πέδον Ἰοῦς
- εὐνήσας σέο θύρσον· Ἀχαιιάδας δὲ γυναῖκας
- αἰνήσεις μετόπισθεν, ἐπεὶ ταυρώπιδος Ἥρης
- βωμὸν ἀναστήσουσι καὶ εὐθαλάμου σέο νύμφης.
- τοῖον ἔπος κατέλεξε, καὶ ἵππιον Ἄργος ἐάσας
- εἰς πόλον αὖτις ἵκανεν ἐπʼ ἀμφοτέροισι κεράσσας
- θεσμὸν ὁμοφροσύνης καὶ Περσέι καὶ Διονύσῳ.
- οὐδὲ μὲν αὐτόθι μίμνεν ἐπὶ χρόνον Ἀργολὶς Ἥρη·
- ἀλλὰ μεταστρέψασα νόθην βροτοειδέα μορφὴν
- θέσκελον εἶδος ἔχουσα πάλιν νόστησεν Ὀλύμπῳ.
- Ἰναχίῃ δὲ φάλαγγι γέρων ἀγόρευε Μελάμπους