Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δίχροον ἠρεύγοντο ῥόδον λειμωνίδες Ὧραι,
  2. καὶ κρίνον αὐτοτέλεστον ἐμαιώσαντο κολῶναι.
  3. καὶ Φρυγίοις αὐλοῖσιν ἐπέκτυπεν αὐλὸς Ἀθήνης,
  4. καὶ δίδυμον κελάδημα δόναξ ἐλίγαινεν Ἀχαρνεὺς
  5. θλιβόμενος παλάμῃσιν· ὁμογλώσσων δʼ ἀπὸ λαιμῶν
  6. Μυγδονίῃ βαρύδουπος ὁμόθροος ἄζυγι κούρῃ
  7. δίθροον ἁρμονίην ἐπιδήμιος ἴαχε Βάκχη
  8. πῆχυν ἐπικλίνουσα νέῃ Πακτωλίδι νύμφῃ,
  9. καὶ φλόγα νυκτιχόρευτον ἀνέσχεθε δίζυγι πεύκῃ
  10. ἀρχεγόνῳ Ζαγρῆι καὶ ὀψιγόνῳ Διονύσῳ·
  11. μνησαμένη δʼ Ἰτύλοιο καὶ ἱστοπόνου Φιλομήλης
  12. σύνθροος αἰολόδειρος ἀνέκλαγεν Ἀτθὶς ἀηδών,
  13. καὶ Ζεφύρου λάλος ὄρνις ὑπωροφίην χέε μολπήν,
  14. μνῆστιν ὅλην Τηρῆος ἀπορρίψασα θυέλλαις.
  15. οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν. αὐτὰρ ὁ χαίρων
  16. Βάκχος ἐς Ἰκαρίου δόμον ἤλυθεν, ὃς πέλεν ἄλλων
  17. φέρτερος ἀγρονόμων ἑτερότροπα δένδρα φυτεύειν.
  18. ἀγραύλοις δὲ πόδεσσι γέρων ἐχόρευεν ἀλωεὺς
  19. ἀθρήσας Διόνυσον ἐπήλυδα, καλλιφύτων δὲ
  20. κοίρανον ἡμερίδων ὀλίγῃ ξείνισσε τραπέζῃ·