Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔρχεο τεσσαρακοστὸν ἐς ἕβδομον, ὁππόθι Περσεὺς καὶ μόρος Ἰκαρίοιο καὶ ἁβροχίτων Ἀριάδνη.
  2. ἤδη δʼ ἔνθα καὶ ἔνθα διʼ ἄστεος ἵπτατο Φήμη
  3. ἄγγελος αὐτοβόητος ἐρισταφύλου Διονύσου
  4. Ἀτθίδι φοιτήσαντος· ἀκοιμήτου δὲ Λυαίου
  5. εἰς χορὸν εὐώδινες ἐβακχεύθησαν Ἀθῆναι.
  6. καὶ πολὺς ἔβρεμε κῶμος· ὁμηγερέες δὲ πολῖται
  7. εἵμασι δαιδαλέοισιν ἀνεχλαίνωσαν ἀγυιὰς
  8. χερσὶ πολυσπερέεσσιν· ἀεξιφύτοιο δὲ Βάκχου
  9. ἡμερίδων πετάλοισιν ἐμιτρώθησαν Ἀθῆναι
  10. αὐτόματοι· φιάλας δὲ σιδηροφόρων διὰ μαζῶν
  11. στήθεσι μυστιπόλοισιν ἀνεζώννυντο γυναῖκες,
  12. παρθενικαὶ δʼ ἐχόρευον, ἐπεστέψαντο δὲ κόρσης
  13. ἄνθεϊ κισσήεντι περίπλοκον Ἀτθίδα χαίτην.
  14. Ἰλισσὸς δʼ ἐλέλιξε περὶ πτόλιν ἔμπνοον ὕδωρ
  15. κυδαίνων Διόνυσον· ὁμοζήλῳ δὲ χορείῃ
  16. εὔιον ἐκρούοντο μέλος Κηφισίδες ὄχθαι.
  17. φυταλιὴ δʼ ἀνέτελλεν, ἀπὸ χθονίοιο δὲ κόλπου
  18. αὐτοφυὴς γλυκεροῖο πεπαινομένου τοκετοῖο
  19. βότρυς ἐλαιήεντος ἐφοινίχθη Μαραθῶνος,
  20. καὶ δρύες ἐψιθύριζον, ἀνοιγομένων δὲ πετήλων