Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὦν ἡ μὲν ζοφεροῖο διαθρῴσκουσα βερέθρου
- Ταρταρίην ἐλέλιζεν ἐχιδνήεσσαν Ἱμάσθλην,
- Κωκυτοῦ δὲ ῥέεθρον ἀρύετο καὶ Στυγὸς ὕδωρ,
- καὶ χθονίῃ ῥαθάμιγγι δόμους ἔρραινεν Ἀγαύης---
- οἶα προθεσπίζοντα γόον καὶ δάκρυα Θήβης·
- Ἀκταίην δὲ μάχαιραν ἀπʼ Ἀτθίδος ἤγαγε δαίμων,
- ἀρχαίην Ἰτύλοιο μιαιφόνον, ᾗ ποτε μήτηρ
- Πρόκνη θυμολέαινα σὺν ἀνδροφόνῳ Φιλομήλῃ
- τηλυγέτην ὠδῖνα διατμήξασα σιδήρῳ
- παιδοβόρῳ Τηρῆι φίλην δαιτρεύσατο φορβήν·
- κείνην χειρὶ φέρουσα φόνων ὀχετηγὸν Ἐρινὺς
- ἀρχεκάκοις ὀνύχεσσι διαγλύψασα κονίην
- Ἀττικὸν ἔκρυφεν ἆορ ὀρεσσιφύτῳ παρὰ ῥίζῃ
- μηκεδανῆς ἐλάτης, ᾗ Μαινάδες, ὁππόθι Πενθεὺς
- μέλλε θανεῖν ἀκάρηνος· ἐπαμήσασα δὲ κόχλῳ
- Γοργόνος ἀρτιφόνοιο νεόρρυτον αἷμα Μεδούσης
- πορφυρέαις ἔχρισε Λιβυστίσι δένδρον ἐέρσαις.
- καὶ τὰ μὲν ἐν σκοπέλοις τεχνήσατο μαινὰς Ἐρινύς.
- ὀρφναίοις δὲ πόδεσσι δόμων ἐπεβήσατο Κάδμου
- νυκτιφαὴς Διόνυσος ἔχων ταυρώπιδα μορφήν,