Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Τυρσηνοὶ δεδάασι τεὸν σθένος, ὁππότε νηῶν
  2. ὄρθιος ἱστὸς ἄμειπτο καὶ ἀμπελόεις πέλεν ὄρπηξ
  3. αὐτοτελής, τὸ δὲ λαῖφος ὑπὸ σκιεροῖσι πετήλοις
  4. ἡμερίδων εὔβοτρυς ἀνηέξητο καλύπτρη,
  5. καὶ πρότονοι σύριζον ἐχιδνήεντι κορύμβῳ
  6. ἰοβόλοι, βροτέην δὲ φυὴν καὶ ἐχέφρονα βολὴν
  7. δυσμενέες ῥίψαντες ἀμειβομένοιο προσώπου
  8. ἀφραδέες δελφῖνες ἐνιπλώουσι θαλάσσῃ·
  9. εἰσέτι κωμάζουσι καὶ ἐν ῥοθίοις Διονύσῳ,
  10. οἷα κυβιστητῆρες ἐπισκαίρουσι γαλήνῃ.
  11. καὶ νέκυς ὑμετέρῳ βεβολημένος ὀξέι θύρσῳ
  12. χεύμασιν Ἀσσυρίοισι καλύπτεται Ἰνδὸς Ὀρόντης,
  13. εἰσέτι δειμαίνων καὶ ἐν ὕδασιν οὔνομα Βάκχου.
  14. τοῖον ἔπος Βρομίῳ χρυσήνιος ἴαχε δαίμων.
  15. ὄφρα μὲν εἰσέτι Βάκχος ὁμίλεε κυκλάδι Μήνῃ,
  16. τόφρα δὲ καὶ Ζαγρῆι χαριζομένη Διονύσῳ
  17. Περσεφόνη θώρηξεν Ἐρινύας, ἀχνυμένη δὲ
  18. ὀψιγόνῳ χραίσμησε κασιγνήτῳ Διονύσῳ.
  19. αἱ δὲ Διὸς χθονίοιο δυσάντεϊ νεύματι κόρσης [*](Ῥείης MS.: κούρης Koch, κόρσης Graefe, Ludwich.)
  20. εὐμενίδες Πενθῆος ἐπεστρατόωντο μελάθρῳ,