Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐδὲ διατμήξω μέσον αὐχένος· ἀλλά ἑ τύψω
- ἔγχεϊ χαλκείῳ τετορημένον εἰς πτύχα μηροῦ,
- ὅττι Διὸς μεγάλοιο γονὴν ἐψεύσατο μηροῦ
- καὶ πόλον ὡς ἑὸν οἶκον· ἐγὼ δέ μιν ἀντὶ μελάθρου
- ἀντὶ Διός πυλεῶνος ἐνέρτερον Ἄιδι πέμψω,
- ἠέ μιν αὐτοκύλιστον ἀλυσκάζοντα καλύψω
- κύμασιν Ἰσμηνοῖο, καὶ οὐ χρέος ἐστὶ θαλάσσης.
- οὐ δέχομαι βροτὸν ἄνδρα νόθον θεόν· εἰ θέμις εἰπεῖν,
- ψεύσομαι, ὡς Διόνυσος, ἐμὸν γένος· οὐκ ἀπὸ Κάδμου
- αἷμα φέρω χθονίοιο, πατὴρ δʼ ἐμός, ὄρχαμος ἄστρων,
- ἠέλιός με φύτευσε, καί οὐκ ἔσπειρεν Ἐχίων·
- τίκτε Σεληναίη με, καὶ οὐκ ἐλόχευσεν Ἀγαύη·
- εἰμὶ γένος Κρονίδαο, καὶ αἰθέρος εἰμὶ πολίτης·
- οὐρανός ἀστερόφοιτος ἐμὴ πόλις· ἵλατε, Θῆβαι·
- Παλλὰς ἐμὴ παράκοιτις, ἐμὴ δάμαρ ἄμβροτος Ἥβη·
- Πενθέι μαζόν ὄρεξε μετʼ Ἄρεα δεσπότις Ἥρη,
- καὶ ζαθέη μετὰ Φοῖβον ἐγείνατο Πενθέα Λητώ·
- Ἄρτεμιν ἱεμένην νυμφεύσομαι· οὐδέ με φεύγει,
- ὥς ποτε Φοῖβον ἔφευγεν ἑῆς μνηστῆρα κορείης,
- μῶμον ἀλυσκάζουσα κασιγνήτων ὑμεναίων.