Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κύμβαλα δʼ ἠχήεντα διαρρίψαντες ἀήταις
  2. καὶ πάταγον Βερέκυντα καὶ Εὔια τύμπανα Ῥείης
  3. ἕλκετε Βασσαρίδας μανιώδεας, ἕλκετε Βάκχας,
  4. ἀμφιπόλους Βρομίοιο συνήλυδας, ἃς ἐνὶ Θήβῃ
  5. Ἰσμηνοῦ διεροῖσιν ἀκοντίζοντες ἐναύλοις
  6. Νηίδας Ἀονίαις ποταμηίσι μίξατε Νύμφαις
  7. ἥλικας, Ἁδρυάδας δὲ γέρων δέξαιτο Κιθαιρὼν
  8. ἄλλαις Ἁδρυάδεσσιν ὁμόζυγας ἀντὶ Δυαίου.
  9. ἄξατε πῦρ, θεράποντες, ἐπεὶ ποινήτορι θεσμῷ,
  10. ἐκ πυρὸς εἰ πέλε Βάκχος, ἐγὼ πυρὶ Βάκχον ὀπάσσω·
  11. Ζεὺς Σεμέλην ἐδάμασσεν, ἐγὼ Διόνυσον ὀλέσσω.
  12. εἰ δέ κε πειρήσαιτο καὶ ἡμετέροιο κεραυνοῦ,
  13. γνώσεται, οἷον ἔχω χθόνιον σέλας· οὐρανίου γὰρ
  14. θερμοτέρους σπινθῆρας ἐμὸν λάχεν ἀντίτυπον πῦρ·
  15. σήμερον αἰθαλόεντα τὸν ἀμπελόεντα τελέσσω.
  16. εἰ δὲ μόθον στήσειε μαχήμονα θύρσον ἀείρων,
  17. γνώσεται, οἷον ἔχω χθόνιον δόρυ· καί μιν ὀλέσσω,
  18. οὐ ποδός, οὐ λαγόνων, οὐ στήθεος, οὐ κενεώνων,
  19. ὠτειλὴν μεθέποντα· καὶ οὐ βουπλῆγι δαΐξω
  20. κυρτὰ βοοκραίροιο κεράατα δισσὰ μετώπου,