Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Σειληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης·
- καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους
- γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν,
- ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεύς·
- καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων
- διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης
- ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων
- βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ,
- καί μιν ὑποδρήσσοντα μετʼ Ἰσθμιάδος βυθὸν ἅλμης
- πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ,
- εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων·
- οὐ γὰρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτʼ ἐάσσω. [*](So MSS.: Ludwich εἰσέτι)
- ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης
- νεβρίδι κοσμηθεῖσαν· ἀπειρήτῃσι δὲ Νύμφαις
- κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε· μίξατε Βάκχαις
- Ὑδριάδας· Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης,
- μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης·
- Λευκοθέης δʼ ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις·
- χερσαίη δὲ φανεῖσα συνέμπορος Εὐάδι Βάκχῃ
- Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην·