Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης,
  2. Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος·
  3. πέμπτης δʼ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος Ἰνδῶν,
  4. ὅν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ
  5. φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων
  6. σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ,
  7. υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ.
  8. τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις
  9. σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο βάκχῳ.
  10. καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·
  11. Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου
  12. αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων
  13. ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ,
  14. καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ
  15. τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων
  16. Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ·
  17. καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ,
  18. καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ,
  19. νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης,
  20. αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ,