Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ
  2. εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ,
  3. μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης·
  4. καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου
  5. ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου,
  6. βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ·
  7. καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων
  8. θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ,
  9. τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων·
  10. καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ
  11. ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας,
  12. ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ,
  13. καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων
  14. πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην.
  15. καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ
  16. ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων
  17. δαίμονες ἐστρατόωντο· τανυπτόρθοις δὲ κορύμβοις
  18. δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ·
  19. καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος
  20. ἡμερίδες. Λιβάνοιο μετοχλίζοντο τριαίνῃ.