Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω Ἄρεα κυματόεντα καἰ ἀμπελόεσσαν Ἐνυώ.
  2. ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων,
  3. νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ,
  4. καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ·
  5. καὶ κλόνον αἰθύσσων ἐνοσίχθονι καὶ Διονύσῳ
  6. θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων
  7. χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης,
  8. Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ.
  9. καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης
  10. παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ
  11. εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν
  12. ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν Ἐρώτων,
  13. καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ,
  14. ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος
  15. ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο
  16. ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους.
  17. καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ
  18. ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ·
  19. καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ
  20. Ἀσσυρίῳ τριόδοντι κορύσσετο κυανοχαίτης,