Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἓν γέρας ἱμείροντι χαρίζομαι ἐννοσιγαίῳ·
  2. ἤν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον Ἐρώτων,
  3. μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.
  4. τοῖον ἔπος κατέλεξεν· ἀπειλητῆρι δὲ μύθῳ
  5. κερτομέων Διόνυσον ἀμείβετο κυανοχαίτης·
  6. Αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης
  7. ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου·
  8. δεῦρο, Θέτις, σκοπίαζε· τεὸς Διόνυσος ἀλύξας
  9. καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ·
  10. οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε· μητροφόνου γὰρ
  11. ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις.
  12. ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας
  13. ποντοπόρους τελέσαντες· ὀρεσσαύλου δὲ φορῆος
  14. τύμπανα Σειληνοῖο κατακλύζοιτο θαλάσσῃ,
  15. κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ
  16. νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω
  17. εἰς πλόον αὐτοέλικτον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
  18. Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου.
  19. οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω·
  20. Νηρεΐδες γεγάασιν ἀρείονες· ἀλλὰ θαλάσσῃ