Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων ἐνοσίχθων,
- εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ,
- ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ,
- εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου,
- νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ ---
- ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ
- Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καἰ αὐτὴ
- ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη.
- καὶ πόλιος τελέσας ἕτερον τύπον οὕ μιν ἐάσω
- ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας
- γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης,
- χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ·
- τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ.
- ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ
- θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων
- νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δʼ αὐτὴ
- ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει
- Ἰνδὸς Ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων
- δάκρυα κυματόεντα γέρων ἔφριξεν Ὑδάσπης.
- καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην