Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μέλψον ἐρωμανέουσαν ἐπʼ Ἐνδυμίωνι Σελήνην,
  2. μέλπε γάμον χαρίεντος Ἀδώνιδος, εἰπὲ καἰ αὐτὴν
  3. αὐχμηρὴν ἀπέδιλον ἀλωομένην Ἀφροδίτην,
  4. νυμφίον ἰχνεύουσαν ὀρίδρομον· οὐδέ σε φεύγει
  5. πατρῴων ἀίουσα μελίφρονα θεσμὸν Ἐρώτων.
  6. σοὶ μὲν ἐγὼ τάδε πάντα, δυσίμερε Βάκχε, πιφαύσκω·
  7. ἀλλά με καὶ σὸ δίδαξον ἐμῆς θελκτήριον Ἠχοῦς.
  8. ὥς εἰπὼν ἀπέπεμπε γεγηθότα παῖδα Θυώνης.
  9. καὶ δολίην Διόνυσος ἔχων ἀγέλαστον ὀπωπὴν
  10. παρθενικὴν ἐρέεινεν Ἀδώνιδος ἀμφὶ τοκῆος,
  11. ὡς φίλος, ὡς ὁμόθηρος ὀρίδρομος· ἱσταμένης δὲ
  12. στήθεϊ χεῖρα πέλασσε δυσίμερον, ἄκρα δὲ μίτρης
  13. ὡς ἀέκων ἔθλιψεν· ἐπιψαύουσα δὲ μαζῶν
  14. δεξιτερὴ νάρκησε γυναιμανέος Διονύσου.
  15. καί ποτε νηπιάχοισιν ἐν ἤθεσιν εἴρετο κούρη
  16. υἷα Διὸς παρεόντα, τίς ἔπλετο καὶ τίνος εἴη·
  17. καὶ πρόφασιν μόγις εὗρε παρὰ προθύροις Ἀφροδίτης
  18. ὄρχατον ἀμπελόεντα καἰ ὄμπνια λήια γαίης
  19. καὶ δροσερὸν λειμῶνα καὶ αἰόλα δένδρα δοκεύων
  20. ἤθεσι κερδαλέοισι· καί, οἶά τε γηπόνος ἀνήρ,