Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ Κέφαλος πόρεν ὄλβον ἐπήρατον· ἀλλʼ ἄρα μοῦνος
  2. χωλὸς ἐὼν Ἥφαιστος ἀθελγέος εἵνεκα μορφῆς
  3. ὤπασε ποικίλα δῶρα, καὶ οὐ παρέπεισεν Ἀθήνην·
  4. οὐ πέλεκυς χραίσμησε λεχώιος· ἀλλά θεαίνης
  5. ἱμείρων ἀφάμαρτε. σὲ δὲ ζυγίων ὑμεναίων
  6. φέρτερον, ἢν ἐθέλῃς, θελκτήριον ἄλλο διδάξω·
  7. βάρβιτα χειρὶ λίγαινε, τεῆς ἀναθήματα Ῥείης,
  8. Κύπριδος ἁβρὸν ἄγαλμα παροίνιον· ἀμφοτέροις δὲ
  9. πλήκτροις καὶ στομάτεσσι χέων ἑτερόθροον ἠχώ.
  10. δάφνην πρῶτον ἄειδε καἰ ἀσταθέος δρόμον Ἠχοῦς
  11. καί κτύπον ὑστερόφωνον ἀσιγήτοιο θεαίνης,
  12. ὅττι θεοὺς ποθέοντας ἀπέστυγον· ἀλλὰ καὶ αὐτὴν
  13. μέλπε Πίτυν φυγόδεμνον, ὀρειάσι σύνδρομον αὔραις,
  14. Πανὸς ἀλυσκάζουσαν ἀνυμφεύτους ὑμεναίους·
  15. μέλπε μόρον φθιμένης αὐτόχθονα· μέμφεο γαίῃ.
  16. καὶ τάχα δακρύσειε γοήμονος ἄλγεα νύμφης
  17. καὶ μόρον οἰκτείρουσα· σὺ δὲ φρένα τέρπεο σιγῇ
  18. μυρομένης ὁρόων μελιηδέα δάκρυα κούρης·
  19. οὐδὲ γέλως πέλε τοῖος, ἐπεὶ πλέον οἴνοπι μορφῇ
  20. ἱμερταὶ γεγάασιν, ὅτε στενάχουσι γυναῖκες.