Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πόρδαλιν ἱδρώοντα Μάρων ἀνέλυσε λεπάδνων,
- καὶ κόνιν ἐξετίναξε καὶ ἔκλυσεν ὕδατι πηγῆς
- θερμὸν ἀναψύχων κεχαραγμένον αὐχένα θηρῶν.
- ἔνθα μολὼν ἀκίχητος Ἔρως ἐπὶ γείτονι κούρῃ
- δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ,
- βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ,
- εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης,
- οἰστρήσας δʼ ἐς ἔρωτα κυβερνητῆρα τριαίνης
- διπλόον ἕδνον ἔρωτος ἅγειν ἁλιγείτονι κούρῃ,
- ναύμαχον ὑγρὸν Ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης.
- καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει
- εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ
- θελγομένην ἀχάλινον ἔχων πειθήνιον ἥβην·
- Βάκχον Ἔρως τόξευεν, ὅλον βέλος εἰς φρένα πήξας·
- ἔφλεγε δʼ, ὅσσον ἔθελγεν ἐπιστάξας μέλι πειθοῦς.
- ἀμφοτέρους δʼ οἴστρησε· διʼ αἰθερίης δὲ κελεύθου
- κυκλώσας βαλίοισιν ὁμόδρομον ἴχνος ἀήταις
- νηχομένῳ νόθος ὄρνις ἀνῃώρητο πεδίλῳ,
- τοῖον ἔπος βοόων φιλοκέρτομον· ἀνέρας οἴνῳ
- εἰ κλονέει Διόνυσος, ἐγὼ πυρὶ Βάκχον ὀρίνω.