Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον ἐννοσιγαίου.
- ὣς φαμένη παρέπεισε· μεταχρονίῳ δὲ πεδίλῳ
- θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων
- ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ,
- τόξα φέρων φλογόεντα. κατωμαδίη δὲ καὶ αὐτὴ
- μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη.
- ὡς δʼ ὁπότʼ ἀννεφέλοιο διʼ αἰθέρος ὀξὺς ὁδίτης
- ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ,
- ἤ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ,
- αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ·
- ὥς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ,
- παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων,
- ἠερόθεν ῥοίζησε· καὶ Ἀσσυρίῃ παρὰ πέτρῃ
- ἔμπυρα δισσὰ βέλεμνα μιῇ ξυνώσατο νευρῇ,
- παρθενικῆς ὑπʼ ἔρωτος ὁμοίιον εἰς πόθον ἕλκων
- διχθαδίους μνηστῆρας ὁμοζήλων ὑμεναίων,
- δαίμονα βοτρυόεντα καὶ ἡνιοχῆα θαλάσσης.
- τῆμος ὁ μὲν βαθὺ κῦμα λιπὼν ἁλιγείτονος ὅρμου,
- ὅς δὲ Τύρου μετὰ πέζαν, ἔσω Λιβάνοιο καρήνων
- ἤντεον εἰς ἕνα χῶρον. ἀπὸ βλοσυροῖο δὲ δίφρου