Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐχένα γαῦρον ἄειρεν ἀγαλλομένη χάριν ἥβης,
  2. ὅττι, γυνή περ ἐοῦσα, φυὴν ἤικτο θεαίνῃ·
  3. οὐδὲ δόλον γίνωσκε νοοπλανέος Διονύσου.
  4. καὶ πλέον ἄχνυτο Βάκχος, ἐπεὶ πόθον οὐ μάθε κούρη
  5. νήπιον ἦθος ἔχουσα, καὶ ἤθελεν, ὄφρα δαείη
  6. οἶστρον ἑὸν βαρύμοχθον, ἐπισταμένης ὅτι κούρης
  7. ὄψιμος ἠιθέῳ περιλείπεται ἐλπὶς Ἐρώτων
  8. ἐσσομένης φιλότητος, ἐπʼ ἀπρήκτῳ δὲ μενοινῇ
  9. ἀνέρες ἱμείρουσιν, ὅτʼ ἀγνώσσουσι γυναῖκες.
  10. καὶ θεὸς ἦμαρ ἐπʼ ἦμαρ ἔσω πιτυώδεος ὕλης
  11. δείελος, εἰς μέσον ἦμαρ, Ἑώιος, Ἕσπερος ἕρπων,
  12. παρθενικῇ παρέμιμνε, καὶ ἤθελεν εἰσέτι μίμνειν·
  13. πάντων γὰρ κόρος ἐστὶ παρʼ ἀνδράσιν, ἡδέος ὕπνου
  14. μολπῆς τʼ εὐκελάδοιο καὶ ὁππότε κάμπτεται ἀνὴρ
  15. εἰς δρόμον ὀρχηστῆρα· γυναιμανέοντι δὲ μούνῳ
  16. οὐ κόρος ἐστὶ πόθων· ἐψεύσατο βίβλος Ὁμήρου.
  17. καὶ μογέων Διόνυσος ὑπεβρυχᾶτο σιωπῇ,
  18. δαιμονίῃ μάστιγι τετυμμένος, ἔνδοθι πέσσων
  19. κρυπτὸν ἀκοιμήτων ὑποκάρδιον ἕλκος Ἐρώτων,
  20. ὡς δʼ ὅτε βοῦς ἀκίχητος ἔσω πλαταμῶνος ὁδεύων