Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ μίαν ἱμερόεσσαν ἀνάλκιδα δείδιε κούρην,
- δείδιε θηλυτέρην ἁπαλόχροον· ἐν δὲ κολώναις
- θηρονόμῳ νάρθηκι κατεπρήυνε λεόντων
- φρικαλέον μύκημα, καὶ ἔτρεμε θῆλυν ἀπειλήν·
- καί οἱ ἐριπτοίητον ὑπὸ στόμα μῦθος ἀλήτης
- γλῶσσαν ἐς ἀκροτάτην ἐτιταίνετο χείλεϊ γείτων,
- ἐκ φρενὸς ἀίσσων καὶ ἐπὶ φρένα νόστιμος ἕρπων·
- ἀλλὰ φόβον γλυκύπικρον ἔχων αἰδήμονι σιγῇ
- εἰς φάος ἐσσυμένην παλινάγρετον ἔσπασε φωνήν.
- καὶ μόγις ὑστερόμυθον ὑπὸ στόμα δεσμὸν ἀράξας
- αἰδοῦς ἀμβολιεργὸν ἀπεσφήκωσε σιωπήν,
- καὶ Βερόην ἐρέεινε χέων ψευδήμονα φωνήν·
- Ἄρτεμι, πῇ σέο τόξα;τίς ἥρπασε σεῖο φαρέτρην;
- πῇ λίπες, ὃν φορέεις ἐπιγουνίδος ἄχρι χιτῶνα;
- πῇ σέο κεῖνα πέδιλα, θοώτερα κυκλάδος αὔρης;
- πῇ χορὸς ἀμφιπόλων;πῇ δίκτυα; πῇ κύνες ἀργαί;
- οὐ δρόμον ἐντύνεις κεμαδοσσόον· οὐκ ἐθέλεις γὰρ
- ἀγρώσσειν, ὅθι Κύπρις Ἀδώνιδος ἐγγὺς ἰαύει.
- ἔννεπε θάμβος ἔχων ἀπατήλιον· ἐν κραδίῃ δὲ
- παρθενικὴ μείδησεν· ἀπειροκάκῳ δὲ μενοινῇ