Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- μάγγανα τεχνήεντα δολορραφέος Διονύσου.
- ὣς εἰπὼν κεκόρυστο τὸ δεύτερον ἠθάδι λύσσῃ,
- καὶ πάλιν ἐν πεδίῳ μόθος ἔβρεμε, μαρναμένῳ δὲ
- εἰναλίην μετὰ δῆριν ἐθωρήχθη Διονύσῳ·
- καὶ προτέρης Βρομίοιο λελασμένος ἔπλετο νίκης,
- ὁππότε δενδρήεντι περίπλοκος αὐχένα δεσμῷ
- ἱκεσίην πολύευκτον ἀνέσχεθε μάρτυρι Βάκχῳ·
- ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
- διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.
- τρὶς μὲν ἑὸν δόρυ πέμπε, καὶ ἤμβροτεν ἠέρα βάλλων·
- ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέδραμεν οἴνοπι Βάκχῳ
- εἰς σκοπὸν ἀχρήιστον ἐπήορον ἔγχος ἰάλλων
- Δηριάδης ὑπέροπλος, ἑοῦ συνάεθλον ἀγῶνος
- γαμβρὸν ἑὸν καλέεσκε, καὶ οὐκέτι φαίνετο Μορρεύς·
- ἀλλὰ μεταστρέψασα δολοπλόκον εἶδος Ἀθήνη
- δαίμονι βοτρυόεντι παρίστατο· δερκομένου δὲ
- δείματι θεσπεσίῳ λύτο γούνατα Δηριαδῆος·
- ἔγνω δʼ ἀνδρομέης ἀπατήλιον εἰκόνα μορφῆς
- Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου·
- καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης.