Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σπεύδων μὲν πτερόεντι βαλεῖν Διόνυσον ὀιστῷ,
  2. ἢ ξίφεϊ πλήξας μέσον αὐχένος, ἢ δόρυ πέμπων
  3. οὐτῆσαι ποθέων διὰ γαστέρος, ἀντὶ Λυαίου
  4. πόρδαλιν αἰολόνωτον ἐπαΐσσοντα κιχάνω---
  5. μαρναμένου δὲ λέοντος ἐπείγομαι αὐχένα τέμνειν,
  6. καὶ θρασὺν ἀντὶ λέοντος ὄφιν δασπλῆτα δοκεύω·
  7. σπεύδων δʼ ἀντὶ δράκοντος ὀπιπεύω ῥάχιν ἄρκτου·
  8. εἰς λοφιὴν δʼ ἐπίκυρτον ἐμὸν δόρυ θοῦρον ἰάλλω,
  9. ἀλλὰ μάτην τανύω δολιχὸν βέλος· ἀντὶ γὰρ ἄρκτου
  10. φαίνεται ἠερόφοιτος ἀνούτατος ἱπταμένη φλόξ.
  11. κάπρον ἰδὼν ἐπιόντα βοὸς μυκηθμὸν ἀκούω,
  12. ἀντὶ συός τινα ταῦρον ὑπὲρ λοξοῖο μετώπου
  13. παπταίνω χαροπῇσιν ἀκοντίζοντα κεραίαις
  14. ἡμετέρους ἐλέφαντας· ἐγὼ δʼ ἐμὸν ἆορ ἑλίσσω
  15. θηρσὶ πολυσπερέεσσι, καὶ οὐχ ἕνα θῆρα δαμάζω.
  16. καὶ φυτὸν ἀθρήσας τανύω βέλος, ἀλλὰ φυγόντος
  17. νύσσαν ἐς ἠερίην ὁρόω κυρτούμενον ὕδωρ.
  18. ἔνθεν ἐγὼ τρομέων πολυφάρμακα θαύματα τέχνης
  19. φύλοπιν ἀλλοπρόσαλλον ἀλυσκάζω Διονύσου·
  20. ἀλλὰ πάλιν Βρομίῳ θωρήξομαι, ἄχρις ἐλέγξω