Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀλφειὸν δεδάηκας, ὃς ἰκμαλέῳ παρὰ παστῷ
  2. ὑδρηλαῖς παλάμαις περιβάλλεται ἠθάδα Νύμφην.
  3. πηγῆς αἷμα φέρουσα τί τέρπεαι ἰοχεαίρῃ;
  4. Ἄρτεμις οὐ βλάστησεν ἀφʼ ὕδατος, ὡς Ἀφροδίτη.
  5. ἔννεπε Καλλιρόῃ· Δροσερῇ μὴ κρύπτε καὶ αὐτῇ.
  6. Κύπριδι μᾶλλον ὄφελλες ἄγειν χάριν, ὅττι καὶ αὐτὴ
  7. αὐχένα κάμψεν Ἔρωτι, καὶ εἰ τροφός ἐστιν Ἐρώτων.
  8. δέχνυσο κέντρα πόθοιο, καὶ ὑγρονόμον σε καλέσσω
  9. εἰς γενεήν, ἐς ἔρωτα κασιγνήτην Ἀφροδίτης.
  10. τοῖον ἔπος κατέλεξεν· ὀπισθοτόνοιο δὲ τόξου
  11. τριπλόα πέμπε βέλεμνα, καὶ εὐύδρῳ παρὰ παστῷ
  12. Νηιάδων φιλότητι συνήρμοσεν υἷας ἀρούρης,
  13. καὶ Τυρίης ἔσπειρε θεηγενὲς αἷμα γενέθλης.
  14. τοῖα μὲν Ἡρακλέης πρόμος αἰθέρος ἔννεπε Βάκχῳ
  15. τερψινόοις ὀάροισιν· ὁ δέ φρένα τέρπετο μύθῳ,
  16. καὶ πόρεν Ἡρακλῆι, τὸν οὐρανίη κάμε τέχνη,
  17. χρυσοφαῆ κρητῆρα σελασφόρον· Ἡρακλέης δὲ
  18. ἀστραίῳ Διόνυσον ἀνεχλαίνωσε χιτῶνι
  19. καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσας
  20. Ἀσσυρίης ἑτέρης ἐπεβήσατο Βάκχος ἀρούρης.