Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖον ἀλεξιγάμοισιν ἔπος ξυνώσατο Νύμφαις·
  2. Νηὶς Ἀβαρβαρέη φιλοπάρθενε, δέξο καὶ αὐτὴ
  3. τοῦτο βέλος, τό περ ἔσχεν ὅλη φύσις· ἐνθάδε πήξω
  4. παστάδα Καλλιρόης, Δροσερῆς δʼ ὑμέναιον ἀείσω.
  5. ἀλλʼ ἐρέεις· μεθέπω διερὸν γένος, ἐκ δὲ ῥοάων
  6. αὐτοτελὴς γενόμην, καὶ ἐμὴ τροφὸς ἔπλετο πηγή.
  7. νηιὰς ἦν Κλυμένη καὶ ἀπόσπορος Ὠκεανοῖο·
  8. ἀλλὰ γάμοις ὑπόειξεν, ἐνυμφεύθη δὲ καὶ αὐτή,
  9. ὡς ἴδε λάτριν Ἔρωτος ἀρείονα κυανοχαίτην
  10. οἴστρῳ Κυπριδίῳ δεδονημένον· ἀρχέγονος δὲ
  11. Ὠκεανὸς ποταμοῖσι καὶ ὕδασι πᾶσι κελεύων
  12. Τηθύος οἶδεν ἔρωτα καὶ εὐύδρους ὑμεναίους.
  13. τέτλαθι καὶ σὺ φέρειν ἴσα Τηθύι. τοσσατίης δὲ
  14. ἐξ ἁλὸς αἷμα φέρουσα καὶ οὐκ ὀλίγης ἀπὸ πηγῆς
  15. ἱμείρει Γαλάτεια μελιζομένου Πολυφήμου,
  16. καὶ βυθίη χερσαῖον ἔχει πόσιν, ἐκ δὲ θαλάσσης
  17. πηκτίδι θελγομένη μετανάστιος εἰς χθόνα βαίνει.
  18. καὶ πηγαὶ δεδάασιν ἐμὸν βέλος· οὔ σε διδάξω
  19. ἵμερον ὑδατόεντα· ποθοβλήτοιο δὲ πηγῆς
  20. ἔκλυες ὑγρὸν ἔρωτα Συρηκοσίης Ἀρεθούσης·