Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐκ ἐδάην, φιλότεκνε, τεὴν ὅτι παῖδα φυλάσσεις,
  2. παρθενικὴν λιπόπατριν, ἀλήμονας εἰς ὑμεναίους.
  3. ἄλλοι ἐμοὶ μνηστῆρες ἀρείονές εἰσι πολῖται·
  4. τί χρέος ἦν ἀνάεδνον ἔχειν τινὰ γυμνὸν ἀκοίτην
  5. ἀλλοδαπὸν περίφοιτον, ἀλυσκάζοντα τοκῆα;
  6. ἀλλʼ, ἐρέεις, Κρονίωνι τεῷ χραίσμησεν ἀκοίτῃ·
  7. πῶς Διὸς οὐ γέρας ἔσχεν Ὀλύμπιον, εἴ περ Ὀλύμπου,
  8. ὡς ἐνέπεις, προμάχιζε, καὶ οὐ Διὸς εὐνετις Ἥρη
  9. Ζηνὸς ἀοσσητῆρι συνήρμοσε παρθένον Ἥβην;
  10. οὐ χατέει Κάδμονιο τεὸς πόσις ὑψιμέδων Ζεύς·
  11. ἱλήκοι Κρονίδης· ἐψεύσατο θέσκελος Ἑρμῆς
  12. ἀμφὶ Διὸς γενετῆρος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι,
  13. εἰ λίπε θοῦρον Ἄρηα, κυβερνπητῆρα κυδοιμοῦ,
  14. καὶ βροτόν ἄνδρα κάλεσσεν ἑοῦ συνάεθλον ἀγῶνος
  15. ὁ κρατέων κόσμοιο καὶ αἰθέρος. ἆ μέγα θαῦμα,
  16. τοσσατίους Τιρῆνας ἐνεκλήισσε βερέθρῳ,
  17. καὶ Κάδμου χατέεσκεν, ὅπως ἕνα μοῦνον ὀλέσσῃ.
  18. οἶδας ἐμῶν πατέρων διδυμάονα σύγγονον εὐνήν·
  19. Ζεὺς προπάτωρ ἐμὸς ἔσχε κασιγνήτης λέχος Ἥρης
  20. θεσμὸν ἔχων θαλάμων ἐμφύλιον· ἀμφότεροι δὲ