Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλʼ ὅτε πορφυρέοισι πέδον στείβουσα πεδίλοις
  2. λοίσθια μαρμαίροντος ἐδύσατο κύκλα μελάθρου,
  3. παρθένον ἀχνυμένην Ἀτλαντιὰς ἵδρθε νύμφη
  4. εἰς θρόνον εὐποίητον· ἀμοιβαίῳ δὲ καὶ αὐτὴ
  5. ἑζομένη στοιχηδὸν ἐπʼ ἀργυροφεγγέι δίφρῳ
  6. ἀγγελίην Κρονίωνος ἀπειθέι πέφραδε κούρῃ,
  7. καί μιν πάντα δίδαξεν, ὅσα βροτοειδέι μορφῇ
  8. ἀλλοφανὴς ἅτε κοῦρος Ὀλύμπιος ἔννεπε κῆρυξ.
  9. παρθενικὴ δʼ ἀίουσα πολυπλάγκτους ὑμεναίους
  10. καὶ πόσιν ἀστήρικτον, ὑπωρόφιον μετανάστην,
  11. ξεῖνον ἔχειν ἀπέειπε, καὶ ἐκ Διὸς ὅσσα τοκῆος
  12. ξεινοδόκος Κάδμοιο βοοσσόος ἔννεπεν Ἐρμῆς·
  13. καὶ πόσιν ἤθελε μᾶλλον ὁμόπτολιν, ὥς κεν ἀλύξῃ
  14. συζυγίην φερέοκον ἀδωροδόκων ὑμεναίων·
  15. καὶ παλάμῃ κρατέουσα κατηφέι χεῖρα τιθήνης
  16. δάκρυαι μυδαλέη πολυξμεμφέα ῥήξατο φωνήν·
  17. Μῆτερ ἐμή, τί παθοῦσα τεὴν ἠρνήσαο κούρην;
  18. οὕτωι σεῖο θύγατρα νεήλυδι φωτὶ συνάπτεις;
  19. ποῖον ἐμοί ποτε δῶρον ὁ ναυτίλος ἐγγυαλίξει;
  20. ἦ ῥά μοι ἕδνα γάμων πρυμνήσια νηὸς ὀπάσσει;