Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἕσπομαι, ἢν ἐθέλῃς, καὶ ὁμόστολος, οὐ τρομέω δὲ
- πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου
- κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην
- ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ.
- ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις,
- μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω,
- ὅττι, θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος, Ἥρη
- Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει·
- Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ·
- οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης
- ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ.
- εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω,
- εἰς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,
- ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις,
- χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω
- τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ
- ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.
- εἶπε, καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ
- εἰς πλόον οἰστρήσασα πόθῳ πειθήμονα κούρην.
- ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ