Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν,
- καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας· ἄκρα δὲ χειρῶν
- αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω·
- δέχνυσο δειλαίην με συνέστιον· ἠιθέου δὲ
- δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα
- κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου·
- αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω
- δάκτυλον ὡς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου
- τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας
- ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν,
- χείλεσιν ἡμετέρουσι μεμυκότα χείλεα πήξας,
- τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ
- εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω
- αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃ
- λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω
- οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ·
- καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω
- θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ,
- καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ
- εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.