Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ χθονίῳ θώρηκι Διὸς νέφος ἶσον ἐνίψω·
  2. νεβρίδι δαιδαλέῃ πότε ποικίλον ἄστρον ἐίσκω;
  3. ἀλλʼ ἐρέεις, ὅτι βότρυν ἐδέξατο καἰ χύσιν οἴνου
  4. δῶρα παρὰ Κρονίωνος ἀεξιφύτοιο τοκῆος·
  5. Τρώιον αἷμα φέροντι καὶ ἀγρονόμῳ τινὶ βούτῃ
  6. Ζεὺς πόρεν οὶνοχόῳ Γανυμήδεϊ νέκταρ Ὀλύμπου,
  7. νέκταρι δʼ οὐ πέλεν οἶνος ὁμοίιος· εἴξατε, θύρσοι.
  8. Βάκχος ὁμοῦ Σατύροισιν ἐπὶ χθονὸς εἰλαπινάξει·
  9. δαίνυται οὐρανίοισι σὺν ἀθανάτοις Γανυμήδης.
  10. εἰ δὲ πέλε βροτὸς οὗτος ἐπουρανίοιο τοκῆος,
  11. σὺν Διὶ καὶ μακάρεσσι μιῆς ἔψαυσε τραπέζης.
  12. ἔκλυον, ὥς ποτε θῶκον ἑὸν καὶ σκῆπτρον Ὀλύμπου
  13. δῶκε γέρας Ζαγρῆι παλαιοτέρῳ Διονύσῳ,
  14. ἀστεροπὴν Ζαγρῆι καὶ ἄμπελον οἴνοπι Βάκχῳ.
  15. εἶπε καὶ εἰς μόθον ὦρτο· συνερρώοντο δὲ λαοὶ
  16. σὺν δορί, σὺν σακέεσσι, καὶ ὄψιμον ἐλπίδα νίκης
  17. χερσαίου πολέμοιο μετεστήσαντο θαλάσσῃ.
  18. καὶ προμάχοις Διόνυσος ἐκέκλετο θυιάδι φωνῇ·
  19. Ἄρεος ἄλκιμα τέκνα καὶ εὐθώρηκος Ἀθήνης,
  20. οἷς βίος ἔργα μόθοιο καὶ ἐλπίδες εἰσὶν ἀγῶνες,