Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐχ ἅλις, ὡς προχοῇσι πολύτροπα φάρμακα πάσσων
  2. ἄνθεσι Θεσσαλικοῖσιν ἐμὀν φοίνιξεν Ὑδάσπην,
  3. καί μιν ἰδὼν σίγησα, καὶ ἥσυχος εἰσέτι λεύσσειν
  4. ἔτλην ξανθά ῥέεθρα μιαινομένου ποταμοῖο;
  5. εἰ γὰρ ἔην ῥόος οὗτος ἀπʼ ἀλλοτρίου ποταμοῖο,
  6. μηδὲ πατὴρ ἐμὸς ἦεν Ἀρήιος Ἰνδὸς Ὑδάσπης,
  7. καί κεν ἐγὼ τόδε χεῦμα χυτῆς ἔπλησα κονίης
  8. ὀδμὴν βοτρυόεσσαν ἀμαλδύνων Διονύσου,
  9. καὶ προχοὴν μεθύουσαν ἐμοῦ γενετῆρος ὁδεύων
  10. ποσσὶ κονιομένοισι διέτρεχου ἄβροχον ὕδωρ,
  11. οἷα παρʼ Ἀργείοισι φατίζεται, ὡς ἐνοσίχθων
  12. ξηρὸν ὕδωρ ποίησε, καὶ αὐσταλέου ποταμοῖο
  13. Ἰναχίην ἵππειος ὄνυξ ἐχάραξε κονίην.
  14. οὐ θεός, οὐ θεὸς οὖτος· ἑὴν δʼ ἐψεύσατο φύτλην·
  15. ποίην γὰρ Κρονίωνος Ὀλύμπιον αἰγίδα πάλλει;
  16. ποῖον ἔχει σπινθῆρα Διοβλήτοιο κεραυνοῦ;
  17. ποίην δʼ οὐρανίην στεροπὴν γενετῆρος ἀείρει;
  18. οὐ Κρονίδης κατʼ Ἄρηα κορύσσεται οἴνοπι κισσῷ·
  19. οὐ τυπάνων πατάγοισι μέλος βρονταῖον ἐίσκω,
  20. οὐδὲ Διὸς σκηπτοῖσιν ὁμοίια θύρσα καλέσσω,