Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νίκης Ἰνδοφόνοιο προάγγελον· ἠελίῳ γὰρ
  2. δεύτερον ἀστράπτοντι φεραυγέα Βάκχον ἐίσκω,
  3. καὶ θρασὺν ὀρφναίῃ μελανόχροον Ἰνδὸν ὀμίχλῃ·
  4. αἰθέρι γὰρ τύπος οὗτος ὁμοίιος· εὐφαέος δὲ
  5. ὡς ζόφος ἠμάλδυνε καλυπτομένης φάος ἠοῦς,
  6. καὶ πάλιν ἀντέλλων πυριφεγγέος ὑψόθι δίφρου
  7. ἠέλιος ζοφόεσσαν ἀπηκόντιζεν ὀμίχλην,
  8. οὕτω σῶν βλεφάρων μάλα τηλόθι καὶ σὺ τινάξας
  9. Ταρταρίης ζοφόεσσαν Ἐρινύος ἄσκοπον ἀχλὺν
  10. ἀστράψεις κατʼ Ἄρηα τὸ δεύτερον ὡς Ὑπερίων.
  11. τηλίκον οὔ ποτε θαῦμα γέρων τροφὸς [*](So MSS.: χρόνος Ludwich.) ἤγαγεν Αἰών,
  12. ἐξ ὅτε δαιμονίοιο πυρὸς βεβολημένος ἀτμῷ
  13. κύμβαχος Ἠελίοιο φεραυγέος ἔκπεσε δίφρου
  14. ἡμιδαὴς Φαέθων, ποταμῷ δʼ ἐκρύπτετο Κελτῷ·
  15. καὶ θρασὺν ἡβητῆρα παρʼ ὀφρύσιν Ἠριδανοῖο
  16. Ἡλιάδες κινυροῖσιν ἔτι στενάχουσι πετήλοις.
  17. ὣς φαμένου Διόνυσος ἐγήθεεν ἐλπίδι νίκης·
  18. Ἑρμείαν δʼ ἐρέεινε, καὶ ἤθελε μᾶλλον ἀκοῦσαι
  19. Κελτοῖς Ἑσπερίοισι μεμηλότα μῦθον Ὀλύμπου,
  20. πῶς Φαέθων κεκύλιστο διʼ αἰθέρος, ἢ πόθεν αὐταὶ