Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- λέξω δʼ, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων.
- μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην,
- μὴ δρόμον Ἠελίου ζοφοειδέα, μηδὲ Λυαίου
- νίκης ἐσσομένης πρωτάγγελον ὄρνιν Ὀλύμπου·
- ὡς ὅ γε θηγαλέων ὀνύχων κεχαραγμένος αἰχμαῖς,
- ἅρπαγος οἰωνοῖο πεπαρμένος ὀξέι ταρσῷ,
- εἰς προχοὰς ποταμοῖο δράκων ὤλισθε κεράστης,
- καὶ νέκυν ἑρπηστῆρα γέρων ἔκρυψεν Ὑδάσπης,
- οὕτω Δηριάδην πατρώιον οἶδμα καλύψει
- εἴκελον εἶδος ἔχοντα βοοκραίρῳ γενετῆρι.
- τοῖα γέρων ἀγόρευε θεηγόρος· ἀμφὶ δὲ μύθῳ
- μαντιπόλῳ γήθησεν ὅλος στρατός· ἔξοχα δʼ ἄλλων
- θαύματι χάρμα κέρασσεν ἀμήτορος ἀστὸς Ἀθήνης,
- τοῖος ἐὼν γλυκερῇσιν ἐπʼ ἐλπίσιν, ὡς ἐνὶ μέσσῳ
- κωμάζων Μαραθῶνι μετʼ Ἄρεα Δηριαδῆος.
- καὶ τότε μουνωθέντι φιλοσκοπέλῳ Διονύσῳ
- σύγγονος οὐρανόθεν Διὸς ἄγγελος ἤλυθεν Ἑρμῆς,
- καί τινα μῦθον ἔειπε παρηγορέων ἐπὶ νίκῃ·
- Μὴ τρομέοις τόδε σῆμα, καὶ εἰ πέλεν ἠματίη νύξ·
- τοῦτό σοι, ἄτρομε Βάκχε, πατὴρ ἀνέφηνε Κρονίων