Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς,
  2. Κύλλαρον, ὀξυόεντι κατʼ αὐχένος ἄορι τύψας,
  3. Λωγασίδην θʼ, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής,
  4. Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν
  5. καί μιν ἄναξ φιλέει [*](φιλέει Tiedke, φιλέοι MSS. and Ludwich.) μετὰ Μορρέα· πολλάκι δʼ αὐτῇ
  6. Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης,
  7. θυγατέρων βασιλῆος ὁμέστιος· ἀμφοτέροις γὰρ
  8. ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην.
  9. ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν· ὑψιφανὴς δὲ
  10. Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης,
  11. καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς.
  12. ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων·
  13. καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι,
  14. μίξας ἔγχεϊ θύρσον· ἀκοντοφόρῳ δὲ μαχητῇ
  15. πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων
  16. δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς·
  17. πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ,
  18. ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ.
  19. ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ,
  20. ὑγρὸς ὀιστεύων διερὸν βέλος· ἀμφιέπων δὲ