Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἆρες, ἐσυλήθης, λίπε Καύκασον· ἀνδροφόνους γὰρ
  2. ἀλλοίας Διόνυσος Ἀμαζόνας εἰς μόθον ἕλκει·
  3. ὁπλοφόρους δονέουσιν ἀνάσπιδες· ὑμετέρου γὰρ
  4. οὐκ ἀπὸ Θερμώδοντος ἑὰς ἐκόμισσε γυναῖκας.
  5. ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ τύπον· οὐ σάκος ὤμοις,
  6. οὐ δόρυ θοῦρον ἔχουσιν Ἀμαζονίδες Διονύσου·
  7. οὐ τόσον εὐθώρηκες ἀριστεύουσι γυναῖκες
  8. Καυκασίδες· βάκχαι δὲ φιλοπτόρθων ἀπὸ χειρῶν
  9. φυλλάδας αἰχμάζουσι, καὶ οὐ χατέουσι σιδήρου.
  10. ὤμοι Δηριάδαο μεμηνότος, ὅττι γυναῖκες
  11. χαλκείους ὀνύχεσσι διασχίζουσι χιτῶνας.
  12. ἔννεπε θαμβήσας κραναὸν βέλος, οἷον ἑλοῦσα
  13. τηλίκον ὑψικάρηνον ἀπέκτανεν ἀνέρα Βάκχη.
  14. Δηριάδης δʼ ἀκίχητος ἐπέδραμε θυιάσι Βάκχαις,
  15. καὶ Χαρόπην ἐδίωκε λιθοσσόον· ἡ δὲ φυγοῦσα
  16. μάρνατο θαρσήεσσα παρισταμένη Διονύσῳ,
  17. θύρσον ἀκοντίζουσα φιλάνθεμον Εὐάδι χάρμῃ.
  18. Δηριάδης δʼ Ὀρίθαλλον ἀπηλοίησε σιδήρῳ,
  19. Κουρήτων ὁμόφυλον, Ἀβαντίδος ἀστὸν ἀρούρης.
  20. καὶ κοτέων ἑτάροιο δεδουπότος ἀρχὸς Ἀβάντων